Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.261 Dem. 18.265 (English) >>Dem. 18.268

18.263ἀλλὰ γὰρ παρεὶς ὧν τὴν πενίαν αἰτιάσαιτʼ ἄν τις, πρὸς αὐτὰ τὰ τοῦ τρόπου σου βαδιοῦμαι κατηγορήματα. τοιαύτην γὰρ εἵλου πολιτείαν, ἐπειδή ποτε καὶ τοῦτʼ ἐπῆλθέ σοι ποιῆσαι, διʼ ἣν εὐτυχούσης μὲν τῆς πατρίδος λαγὼ βίον ἔζης δεδιὼς καὶ τρέμων καὶ ἀεὶ πληγήσεσθαι προσδοκῶν ἐφʼ οἷς σαυτῷ συνῄδεις ἀδικοῦντι, ἐν οἷς δʼ ἠτύχησαν οἱ ἄλλοι, θρασὺς ὢν ὑφʼ ἁπάντων ὦψαι. 18.264καίτοι ὅστις χιλίων πολιτῶν ἀποθανόντων ἐθάρρησε, τί οὗτος παθεῖν ὑπὸ τῶν ζώντων δίκαιός ἐστιν; πολλὰ τοίνυν ἕτερʼ εἰπεῖν ἔχων περὶ αὐτοῦ παραλείψω· οὐ γὰρ ὅσʼ ἂν δείξαιμι προσόντʼ αἰσχρὰ τούτῳ καὶ ὀνείδη, πάντʼ οἶμαι δεῖν εὐχερῶς λέγειν, ἀλλʼ ὅσα μηδὲν αἰσχρόν ἐστιν εἰπεῖν ἐμοί.

18.265ἐξέτασον τοίνυν παρʼ ἄλληλα τὰ σοὶ κἀμοὶ βεβιωμένα, πράως, μὴ πικρῶς, Αἰσχίνη· εἶτʼ ἐρώτησον τουτουσὶ τὴν ποτέρου τύχην ἂν ἕλοιθʼ ἕκαστος αὐτῶν. ἐδίδασκες γράμματα, ἐγὼ δʼ ἐφοίτων. ἐτέλεις, ἐγὼ δʼ ἐτελούμην. ἐγραμμάτευες, ἐγὼ δʼ ἠκκλησίαζον. ἐτριταγωνίστεις, ἐγὼ δʼ ἐθεώρουν. ἐξέπιπτες, ἐγὼ δʼ ἐσύριττον. ὑπὲρ τῶν ἐχθρῶν πεπολίτευσαι πάντα, ἐγὼ δʼ ὑπὲρ τῆς πατρίδος. 18.266ἐῶ τἄλλα, ἀλλὰ νυνὶ τήμερον ἐγὼ μὲν ὑπὲρ τοῦ στεφανωθῆναι δοκιμάζομαι, τὸ δὲ μηδʼ ὁτιοῦν ἀδικεῖν ἀνωμολόγημαι, σοὶ δὲ συκοφάντῃ μὲν εἶναι δοκεῖν ὑπάρχει, κινδυνεύεις δʼ εἴτε δεῖ σʼ ἔτι τοῦτο ποιεῖν, εἴτʼ ἤδη πεπαῦσθαι μὴ μεταλαβόντα τὸ πέμπτον μέρος τῶν ψήφων. ἀγαθῇ γʼ, οὐχ ὁρᾷς; τύχῃ συμβεβιωκὼς τῆς ἐμῆς κατηγορεῖς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.261 Dem. 18.265 (English) >>Dem. 18.268

Powered by PhiloLogic